Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πόλιν παχῦναι, ξενικὸν ἀστικόν θʼ ἅμα
  2. λέγων διπλοῦν μίασμα πρὸ πόλεως φανὲν
  3. ἀμήχανον βόσκημα πημονῆς πέλειν.
  4. τοιαῦτʼ ἀκούων χερσὶν Ἀργεῖος λεὼς
  5. ἔκρανʼ ἄνευ κλητῆρος ὡς εἶναι τάδε.
  6. δημηγόρους δʼ ἤκουσεν εὐπιθὴς στροφὰς
  7. δῆμος Πελασγῶν· Ζεὺς δʼ ἐπέκρανεν τέλος
Χορός
  1. ἄγε δή, λέξωμεν ἐπʼ Ἀργείοις
  2. εὐχὰς ἀγαθάς, ἀγαθῶν ποινάς.
  3. Ζεὺς δʼ ἐφορεύοι ξένιος ξενίου
  4. στόματος τιμὰς ἐπʼ ἀληθείᾳ,
  5. τέρμονʼ ἄμεμπτον προσαπαντᾶν.
Χορός
  1. νῦν ὅτε καί, θεοὶ
  2. διογενεῖς, κλύοιτʼ εὐ-
  3. κταῖα γένει χεούσας·
  4. μήποτε πυρίφατον
  5. γᾶν Πελασγίαν πόλιν
  6. τὸν ἄκορον βοᾶς,
  7. κτίσαι μάχλον Ἄπη,