Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
  2. μαινομένα πόνοις ἀτί-
  3. μοις ὀδύναις τε κεντροδα-
  4. λήτισι, θυιὰς Ἥρας.
Χορός
  1. βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι
  2. χλωρῷ δείματι θυμὸν
  3. πάλλοντʼ ὄψιν ἀήθη,
  4. βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
  5. τὰν μὲν βοός,
  6. τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.
  7. καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
  8. ξας πολύπλαγκτον ἀθλίαν
  9. οἰστροδόνητον Ἰώ;
Χορός
  1. διʼ αἰῶνος κρέων ἀπαύστου
  2. Ζεὺς ---
  3. Διὸς δʼ ἀπημάντῳ σθένει
  4. καὶ θείαις ἐπιπνοίαις
  5. παύεται, δακρύων δʼ ἀπο-
  6. στάζει πένθιμον αἰδῶ.