Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. φεύγει ἁμαρτίνοος,
  2. πολλὰ βροτῶν διαμειβομένα
  3. φῦλα, διχῇ δʼ ἀντίπορον
  4. γαῖαν ἐν αἴσᾳ διατέμ-
  5. νουσα πόρον κυματίαν ὁρίζει·
Χορός
  1. ἰάπτει δʼ Ἀσίδος διʼ αἴας
  2. μηλοβότου Φρυγίας διαμπάξ.
  3. περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
  4. Λύδιά τε γύαλα,
  5. καὶ διʼ ὀρῶν Κιλίκων
  6. Παμφύλων τε γένη διορνυμένα
  7. καί ποταμοὺς ἀενάους
  8. καὶ βαθύπλουτον χθόνα καὶ
  9. τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
Χορός
  1. ἱκνεῖται δὴ σινουμένα βέλει
  2. βουκόλου πτερόεντος
  3. Δῖον πάμβοτον ἄλσος,
  4. λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται
  5. Τυφῶ μένος,