Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.
- ἄναξ ἀνάκτων, μακάρων
- μακάρτατε καὶ τελέων
- τελειότατον κράτος, ὄλβιε Ζεῦ,
- πιθοῦ τε καὶ γένει σῷ
- ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.
- λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ
- τὰν μελανόζυγʼ ἄταν.
- τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν
- παλαίφατον ἁμέτερον
- γένος φιλίας προγόνου γυναικὸς
- νέωσον εὔφρονʼ αἶνον,
- γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·
- Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι
- γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.
- παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν
- ματέρος ἀνθονόμους ἐπωπάς,
- λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
- οἴστρῳ ἐρεθομένα