Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- γενοῦ πολυμνάστωρ, ἔφαπτορ Ἰοῦς·
- Δῖαί τοι γένος εὐχόμεθʼ εἶναι
- γᾶς ἀπὸ τᾶσδʼ ἄποικοι.
- παλαιὸν, δʼ εἰς ἴχνος μετέσταν
- ματέρος ἀνθονόμους ἐπωπάς,
- λειμῶνα βούχιλον, ἔνθεν Ἰὼ
- οἴστρῳ ἐρεθομένα
- φεύγει ἁμαρτίνοος,
- πολλὰ βροτῶν διαμειβομένα
- φῦλα, διχῇ δʼ ἀντίπορον
- γαῖαν ἐν αἴσᾳ διατέμ-
- νουσα πόρον κυματίαν ὁρίζει·
- ἰάπτει δʼ Ἀσίδος διʼ αἴας
- μηλοβότου Φρυγίας διαμπάξ.
- περᾷ δὲ Τεύθραντος ἄστυ Μυσῶν,
- Λύδιά τε γύαλα,
- καὶ διʼ ὀρῶν Κιλίκων
- Παμφύλων τε γένη διορνυμένα
- καί ποταμοὺς ἀενάους
- καὶ βαθύπλουτον χθόνα καὶ