Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- σὺ καὶ λέγων εὔφραινε καὶ πράσσων φρένα.
- ἀλλʼ οὔτι δαρὸν χρόνον ἐρημώσει πατήρ.
- ἐγὼ δὲ λαοὺς συγκαλῶν ἐγχωρίους
- στείχω, τὸ κοινὸν ὡς ἂν εὐμενὲς τιθῶ·
- καὶ σὸν διδάξω πατέρα ποῖα χρὴ λέγειν.
- πρὸς ταῦτα μίμνε καὶ θεοὺς ἐγχωρίους
- λιταῖς παραιτοῦ τῶν σʼ ἔρως ἔχει τυχεῖν.
- ἐγὼ δὲ ταῦτα πορσυνῶν ἐλεύσομαι.
- πειθὼ δʼ ἕποιτο καὶ τύχη πρακτήριος.
- ἄναξ ἀνάκτων, μακάρων
- μακάρτατε καὶ τελέων
- τελειότατον κράτος, ὄλβιε Ζεῦ,
- πιθοῦ τε καὶ γένει σῷ
- ἄλευσον ἀνδρῶν ὕβριν εὖ στυγήσας.
- λίμνᾳ δʼ ἔμβαλε πορφυροειδεῖ
- τὰν μελανόζυγʼ ἄταν.
- τὸ πρὸς γυναικῶν δʼ ἐπιδὼν
- παλαίφατον ἁμέτερον
- γένος φιλίας προγόνου γυναικὸς
- νέωσον εὔφρονʼ αἶνον,