Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τὰν Ἀφροδίτας πολύπυρον αἶαν.
- ἱκνεῖται δὴ σινουμένα βέλει
- βουκόλου πτερόεντος
- Δῖον πάμβοτον ἄλσος,
- λειμῶνα χιονόβοσκον, ὅντʼ ἐπέρχεται
- Τυφῶ μένος,
- ὕδωρ τε Νείλου νόσοις ἄθικτον,
- μαινομένα πόνοις ἀτί-
- μοις ὀδύναις τε κεντροδα-
- λήτισι, θυιὰς Ἥρας.
- βροτοὶ δʼ, οἳ γᾶς τότʼ ἦσαν ἔννομοι
- χλωρῷ δείματι θυμὸν
- πάλλοντʼ ὄψιν ἀήθη,
- βοτὸν ἐσορῶντες δυσχερὲς μειξόμβροτον,
- τὰν μὲν βοός,
- τὰν δʼ αὖ γυναικός· τέρας δʼ ἐθάμβουν.
- καὶ τότε δὴ τίς ἦν ὁ θέλ-
- ξας πολύπλαγκτον ἀθλίαν
- οἰστροδόνητον Ἰώ;
- διʼ αἰῶνος κρέων ἀπαύστου