Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως
- στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.
- Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
- τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
- καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.
- στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
- ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
- καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
- ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.
- τούτῳ μὲν εἶπας, καὶ τεταγμένος κίοι·
- ἐγὼ δὲ πῶς δρῶ; ποῦ θράσος νέμεις ἐμοί;
- κλάδους μὲν αὐτοῦ λεῖπε, σημεῖον πόνου.
- καὶ δή σφε λείπω χειρὶ καὶ λόγοις σέθεν.
- λευρὸν κατʼ ἄλσος νῦν ἐπιστρέφου τόδε.
- καὶ πῶς βέβηλον ἄλσος ἂν ῥύοιτό με;
- οὔτοι πτερωτῶν ἁρπαγαῖς σʼ ἐκδώσομεν.
- ἀλλʼ εἰ δρακόντων δυσφρόνων ἐχθίοσιν;
- εὔφημον εἴη τοὔπος εὐφημουμένῃ.
- οὔτοι τι θαῦμα δυσφορεῖν φόβῳ φρενός.
- ἀεί γʼ ἄναρκτόν ἐστι δεῖμʼ ἐξαίσιον.