Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
  2. πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
  3. ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;
  4. ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
  5. ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
  6. σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
  7. κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν
  8. βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων
  9. θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ
  10. πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος
  11. ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
  12. καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε
  13. ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
  14. ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·
  15. τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
Δαναός
  1. πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,
  2. αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
  3. ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων
  4. ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
  5. βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας