Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἤκουσα μαστικτῆρα καρδίας λόγον.
- ξυνῆκας· ὠμμάτωσα γὰρ σαφέστερον.
- καὶ πολλαχῇ γε δυσπάλαιστα πράγματα,
- κακῶν δὲ πλῆθος ποταμὸς ὣς ἐπέρχεται·
- ἄτης δʼ ἄβυσσον πέλαγος οὐ μάλʼ εὔπορον
- τόδʼ ἐσβέβηκα, κοὐδαμοῦ λιμὴν κακῶν.
- εἰ μὲν γὰρ ὑμῖν μὴ τόδʼ ἐκπράξω χρέος,
- μίασμʼ ἔλεξας οὐχ ὑπερτοξεύσιμον.
- εἰ δʼ αὖθʼ ὁμαίμοις παισὶν Αἰγύπτου σέθεν
- σταθεὶς πρὸ τειχέων διὰ μάχης ἥξω τέλους,
- πῶς οὐχὶ τἀνάλωμα γίγνεται πικρόν,
- ἄνδρας γυναικῶν οὕνεχʼ αἱμάξαι πέδον;
- ὅμως δʼ ἀνάγκη Ζηνὸς αἰδεῖσθαι κότον
- ἱκτῆρος· ὕψιστος γὰρ ἐν βροτοῖς φόβος.
- σὺ μέν, πάτερ γεραιὲ τῶνδε παρθένων,
- κλάδους τε τούτους αἶψʼ ἐν ἀγκάλαις λαβὼν
- βωμοὺς ἐπʼ ἄλλους δαιμόνων ἐγχωρίων
- θές, ὡς ἴδωσι τῆσδʼ ἀφίξεως τέκμαρ
- πάντες πολῖται, μηδʼ ἀπορριφθῇ ψόγος