Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἐμοῦ· κατʼ ἀρχῆς γὰρ φιλαίτιος λεώς.
- καὶ γὰρ τάχʼ ἄν τις οἰκτίσας ἰδὼν τάδε
- ὕβριν μὲν ἐχθήρειεν ἄρσενος στόλου,
- ὑμῖν δʼ ἂν εἴη δῆμος εὐμενέστερος·
- τοῖς ἥσσοσιν γὰρ πᾶς τις εὐνοίας φέρει.
- πολλῶν τάδʼ ἡμῖν ἐστιν ἠξιωμένα,
- αἰδοῖον εὑρεθέντα πρόξενον λαβεῖν.
- ὀπάονας δὲ φράστοράς τʼ ἐγχωρίων
- ξύμπεμψον, ὡς ἂν τῶν πολισσούχων θεῶν
- βωμοὺς προνάους καὶ πολισσούχων ἕδρας
- εὕρωμεν, ἀσφάλεια δʼ ᾖ διʼ ἄστεως
- στείχουσι· μορφῆς δʼ οὐχ ὁμόστολος φύσις.
- Νεῖλος γὰρ οὐχ ὅμοιον Ἰνάχῳ γένος
- τρέφει. φύλαξαι μὴ θράσος τέκῃ φόβον·
- καὶ δὴ φίλον τις ἔκτανʼ ἀγνοίας ὕπο.
- στείχοιτʼ ἄν, ἄνδρες· εὖ γὰρ ὁ ξένος λέγει.
- ἡγεῖσθε βωμοὺς ἀστικούς, θεῶν ἕδρας·
- καὶ ξυμβολοῦσιν οὐ πολυστομεῖν χρεὼν
- ναύτην ἄγοντας τόνδʼ ἐφέστιον θεῶν.