Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- γένοιτο μύθου μῦθος ἂν θελκτήριος
- ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
- ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,
- δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
- θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
- ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι
- θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
- εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.
- πολλῶν ἄκουσον τέρματʼ αἰδοίων λόγων.
- ἤκουσα, καὶ λέγοις ἄν. οὔ με φεύξεται.
- ἔχω στρόφους ζώνας τε, συλλαβὰς πέπλων
- τάχʼ ἂν γυναιξὶ ταῦτα συμπρεπῆ πέλοι.
- ἐκ τῶνδε τοίνυν, ἴσθι, μηχανὴ καλή—
- λέξον τίνʼ αὐδὴν τήνδε γηρυθεῖσʼ ἔσῃ.
- εἰ μή τι πιστὸν τῷδʼ ὑποστήσεις στόλῳ—
- τί σοι περαίνει μηχανὴ συζωμάτων;
- νέοις πίναξι βρέτεα κοσμῆσαι τάδε.
- αἰνιγματῶδες τοὔπος· ἀλλʼ ἁπλῶς φράσον.
- ἐκ τῶνδʼ ὅπως τάχιστʼ ἀπάγξασθαι θεῶν.