Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
- ἀπὸ βρετέων βίᾳ
- δίκας ἀγομέναν
- ἱππηδὸν ἀμπύκων,
- πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.
- ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,
- ὁπότερʼ ἂν κτίσῃς,
- μένει ἄρ ἐκτίνειν
- ὁμοιΐαν θέμιν.
- τάδε φράσαι δίκαια Διόθεν κράτη.
- καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.
- ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
- πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
- στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
- ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
- καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
- ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου
- γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν·
- καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,