Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- δεδορκὸς ὄμμα, μηδʼ ἄγαν ᾠνωμένον,
- ὅπως ἄνατα ταῦτα πρῶτα μὲν πόλει,
- αὐτοῖσί θʼ ἡμῖν ἐκτελευτήσει καλῶς,
- καὶ μήτε δῆρις ῥυσίων ἐφάψεται
- μήτʼ ἐν θεῶν ἕδραισιν ὧδʼ ἱδρυμένας
- ἐκδόντες ὑμᾶς τὸν πανώλεθρον θεὸν
- βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα,
- ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ.
- μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
- φρόντισον καὶ γενοῦ
- πανδίκως εὐσεβὴς
- πρόξενος· τὰν φυγάδα μὴ προδῷς,
- τὰν ἕκαθεν ἐκβολαῖς
- δυσθέοις ὀρμέναν·
- μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν
- πολυθέων ῥυσια-
- σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
- γνῶθι δʼ ὕβριν ἀνέρων
- καὶ φύλαξαι κότον.