Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. βαρὺν ξύνοικον θησόμεσθʼ ἀλάστορα,
  2. ὃς οὐδʼ ἐν Ἅιδου τὸν θανόντʼ ἐλευθεροῖ.
  3. μῶν οὐ δοκεῖ δεῖν φροντίδος σωτηρίου;
Χορός
  1. φρόντισον καὶ γενοῦ
  2. πανδίκως εὐσεβὴς
  3. πρόξενος· τὰν φυγάδα μὴ προδῷς,
  4. τὰν ἕκαθεν ἐκβολαῖς
  5. δυσθέοις ὀρμέναν·
Χορός
  1. μηδʼ ἴδῃς μʼ ἐξ ἑδρᾶν
  2. πολυθέων ῥυσια-
  3. σθεῖσαν, ὦ πᾶν κράτος ἔχων χθονός.
  4. γνῶθι δʼ ὕβριν ἀνέρων
  5. καὶ φύλαξαι κότον.
Χορός
  1. μή τι τλῇς τὰν ἱκέτιν εἰσιδεῖν
  2. ἀπὸ βρετέων βίᾳ
  3. δίκας ἀγομέναν
  4. ἱππηδὸν ἀμπύκων,
  5. πολυμίτων πέπλων τʼ ἐπιλαβὰς ἐμῶν.
Χορός
  1. ἴσθι γάρ· παισὶ τάδε καὶ δόμοις,
  2. ὁπότερʼ ἂν κτίσῃς,