Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μένει ἄρ ἐκτίνειν
  2. ὁμοιΐαν θέμιν.
  3. τάδε φράσαι δίκαια Διόθεν κράτη.
Βασιλεύς
  1. καὶ δὴ πέφρασμαι. δεῦρο δʼ ἐξοκέλλεται.
  2. ἢ τοῖσιν ἢ τοῖς πόλεμον αἴρεσθαι μέγαν
  3. πᾶσʼ ἔστʼ ἀνάγκη, καὶ γεγόμφωται σκάφος
  4. στρέβλαισι ναυτικαῖσιν ὡς προσηγμένον.
  5. ἄνευ δὲ λύπης οὐδαμοῦ καταστροφή.
  6. καὶ χρημάτων μὲν ἐκ δόμων πορθουμένων,
  7. ἄτην γε μείζω καὶ μέγʼ ἐμπλήσας γόμου
  8. γένοιτʼ ἂν ἄλλα Κτησίου Διὸς χάριν·
  9. καὶ γλῶσσα τοξεύσασα μὴ τὰ καίρια,
  10. γένοιτο μύθου μῦθος ἂν θελκτήριος
  11. ἀλγεινὰ θυμοῦ κάρτα κινητήρια.
  12. ὅπως δʼ ὅμαιμον αἷμα μὴ γενήσεται,
  13. δεῖ κάρτα θύειν καὶ πεσεῖν χρηστήρια
  14. θεοῖσι πολλοῖς πολλά, πημονῆς ἄκη.
  15. ἦ κάρτα νείκους τοῦδʼ ἔσω παροίχομαι
  16. θέλω δʼ ἄιδρις μᾶλλον ἢ σοφὸς κακῶν
  17. εἶναι. γένοιτο δʼ εὖ παρὰ γνώμην ἐμήν.