Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- δεῖ τοί σε φεύγειν κατὰ νόμους τοὺς οἴκοθεν,
- ὡς οὐκ ἔχουσιν κῦρος οὐδὲν ἀμφὶ σοῦ.
- μή τί ποτʼ οὖν γενοίμαν ὑποχείριος
- κράτεσιν ἀρσένων. ὕπαστρον δέ τοι
- μῆχαρ ὁρίζομαι γάμου δύσφρονος
- φυγάν· ξύμμαχον δʼ ἑλόμενος δίκαν
- κρῖνε σέβας τὸ πρὸς θεῶν.
- οὐκ εὔκριτον τὸ κρῖμα. μή μʼ αἱροῦ κριτήν.
- εἶπον δὲ καὶ πρίν, οὐκ ἄνευ δήμου τάδε
- πράξαιμʼ ἄν, οὐδέ περ κρατῶν, μὴ καί ποτε
- εἴπῃ λεώς, εἴ πού τι μὴ τοῖον τύχοι,
- ἐπήλυδας τιμῶν ἀπώλεσας πόλιν.
- ἀμφοτέρους ὁμαίμων τάδʼ ἐπισκοπεῖ
- Ζεὺς ἑτερορρεπής, νέμων εἰκότως
- ἄδικα μὲν κακοῖς, ὅσια δʼ ἐννόμοις.
- τί τῶνδʼ ἐξ ἴσου ῥεπομένων μεταλ-
- γεῖς τὸ δίκαιον ἔρξας;
- δεῖ τοι βαθείας φροντίδος σωτηρίου,
- δίκην κολυμβητῆρος, ἐς βυθὸν μολεῖν