Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.
Βασιλεύς
  1. ---
Χορός
  1. ---
Βασιλεύς
  1. τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
Χορός
  1. Βῆλον δίπαιδα πατέρα τοῦδʼ ἐμοῦ πατρός.
Βασιλεύς
  1. τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
Χορός
  1. Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.
Βασιλεύς
  1. καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.
Χορός
  1. Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος
  2. πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.
Βασιλεύς
  1. δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
  2. τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
  3. λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
Χορός
  1. ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά.
  2. πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
  3. ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν
  4. κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
  5. ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
Βασιλεύς
  1. τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,
  2. λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;