Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
- πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
- τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
- σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
- καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.
- πῶς οὖν πρὸς ὑμᾶς εὐσεβὴς ἐγὼ πέλω;
- αἰτοῦσι μὴ ʼκδοὺς παισὶν Αἰγύπτου πάλιν.
- βαρέα σύ γʼ εἶπας, πόλεμον ἄρασθαι νέον.
- ἀλλʼ ἡ δίκη γε ξυμμάχων ὑπερστατεῖ.
- εἴπερ γʼ ἀπʼ ἀρχῆς πραγμάτων κοινωνὸς ἦν.
- αἰδοῦ σὺ πρύμναν πόλεος ὧδʼ ἐστεμμένην.
- πέφρικα λεύσσων τάσδʼ ἕδρας κατασκίους.
- βαρύς γε μέντοι Ζηνὸς ἱκεσίου κότος.
- Παλαίχθονος τέκος, κλῦθί μου
- πρόφρονι καρδίᾳ, Πελασγῶν ἄναξ.
- ἴδε με τὰν ἱκέτιν φυγάδα περίδρομον,
- λυκοδίωκτον ὡς δάμαλιν ἂμ πέτραις
- ἠλιβάτοις, ἵνʼ ἀλκᾷ πίσυνος μέμυ-
- κε φράζουσα βοτῆρι μόχθους.
- ὁρῶ κλάδοισι νεοδρόποις κατάσκιον