Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
Βασιλεύς
  1. κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματα.
Χορός
  1. πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
Βασιλεύς
  1. βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός.
Χορός
  1. οὔκουν πελάζει Ζεὺς ἐπʼ εὐκραίρῳ βοΐ;
Βασιλεύς
  1. φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
Χορός
  1. τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός;
Βασιλεύς
  1. τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ.
Χορός
  1. ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
Βασιλεύς
  1. Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
Χορός
  1. τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
Βασιλεύς
  1. βοηλάτην μύωπα κινητήριον.
Χορός
  1. οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
Βασιλεύς
  1. τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
Χορός
  1. καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί.
Βασιλεύς
  1. καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
Χορός
  1. καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
Βασιλεύς
  1. τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
Χορός
  1. Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
Βασιλεύς
  1. ---