Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- καὶ μὴν Κάνωβον κἀπὶ Μέμφιν ἵκετο.
- καὶ Ζεύς γʼ ἐφάπτωρ χειρὶ φιτύει γόνον.
- τίς οὖν ὁ Δῖος πόρτις εὔχεται βοός;
- Ἔπαφος ἀληθῶς ῥυσίων ἐπώνυμος.
- ---
- Λιβύη, μέγιστον γῆς πέδον καρπουμένη.
- ---
- ---
- τίνʼ οὖν ἔτʼ ἄλλον τῆσδε βλαστημὸν λέγεις;
- Βῆλον δίπαιδα πατέρα τοῦδʼ ἐμοῦ πατρός.
- τὸ πάνσοφον νῦν ὄνομα τοῦτό μοι φράσον.
- Δαναός, ἀδελφὸς δʼ ἐστὶ πεντηκοντάπαις.
- καὶ τοῦδʼ ἄνοιγε τοὔνομʼ ἀφθόνῳ λόγῳ.
- Αἴγυπτος. εἰδὼς δʼ ἁμὸν ἀρχαῖον γένος
- πράσσοις ἂν ὡς Ἀργεῖον ἀνστήσῃς στόλον.