Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μὴ καὶ λόγος τις Ζῆνα μειχθῆναι βροτῷ;
- κἄκρυπτά γʼ Ἥρας ταῦτα τἀμπαλάγματα.
- πῶς οὖν τελευτᾷ βασιλέων νείκη τάδε;
- βοῦν τὴν γυναῖκʼ ἔθηκεν Ἀργεία θεός.
- οὔκουν πελάζει Ζεὺς ἐπʼ εὐκραίρῳ βοΐ;
- φασίν, πρέποντα βουθόρῳ ταύρῳ δέμας.
- τί δῆτα πρὸς ταῦτʼ ἄλοχος ἰσχυρὰ Διός;
- τὸν πάνθʼ ὁρῶντα φύλακʼ ἐπέστησεν βοΐ.
- ποῖον πανόπτην οἰοβουκόλον λέγεις;
- Ἄργον, τὸν Ἑρμῆς παῖδα γῆς κατέκτανεν.
- τί οὖν ἔτευξεν ἄλλο δυσπότμῳ βοΐ;
- βοηλάτην μύωπα κινητήριον.
- οἶστρον καλοῦσιν αὐτὸν οἱ Νείλου πέλας.
- τοιγάρ νιν ἐκ γῆς ἤλασεν μακρῷ δρόμῳ.
- καὶ ταῦτʼ ἔλεξας πάντα συγκόλλως ἐμοί.