Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- δοκεῖτε δή μοι τῆσδε κοινωνεῖν χθονὸς
- τἀρχαῖον. ἀλλὰ πῶς πατρῷα δώματα
- λιπεῖν ἔτλητε; τίς κατέσκηψεν τύχη;
- ἄναξ Πελασγῶν, αἰόλʼ ἀνθρώπων κακά.
- πόνου δʼ ἴδοις ἂν οὐδαμοῦ ταὐτὸν πτερόν·
- ἐπεὶ τίς ηὔχει τήνδʼ ἀνέλπιστον φυγὴν
- κέλσειν ἐς Ἄργος κῆδος ἐγγενὲς τὸ πρίν,
- ἔχθει μεταπτοιοῦσαν εὐναίων γάμων;
- τί φὴς ἱκνεῖσθαι τῶνδʼ ἀγωνίων θεῶν,
- λευκοστεφεῖς ἔχουσα νεοδρέπτους κλάδους;
- ὡς μὴ γένωμαι δμωὶς Αἰγύπτου γένει.
- πότερα κατʼ ἔχθραν, ἢ τὸ μὴ θέμις λέγεις;
- τίς δʼ ἂν φίλους ὠνοῖτο τοὺς κεκτημένους;
- σθένος μὲν οὕτως μεῖζον αὔξεται βροτοῖς.
- καὶ δυστυχούντων γʼ εὐμαρὴς ἀπαλλαγή.