Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- Λιβυστικαῖς γὰρ μᾶλλον ἐμφερέστεραι
- γυναιξίν ἐστε κοὐδαμῶς ἐγχωρίαις.
- καὶ Νεῖλος ἂν θρέψειε τοιοῦτον φυτόν,
- Κύπριος χαρακτήρ τʼ ἐν γυναικείοις τύποις
- εἰκὼς πέπληκται τεκτόνων πρὸς ἀρσένων·
- τοίας τʼ ἀκούω νομάδας ἱπποβάμοσιν
- εἶναι καμήλοις ἀστραβιζούσας, χθόνα
- παρʼ Αἰθίοψιν ἀστυγειτονουμένας.
- καὶ τὰς ἀνάνδρους κρεοβόρους τʼ Ἀμαζόνας,
- εἰ τοξοτευχεῖς ἦτε, κάρτʼ ἂν ᾔκασα
- ὑμᾶς. διδαχθεὶς δʼ ἂν τόδʼ εἰδείην πλέον,
- ὅπως γένεθλον σπέρμα τʼ Ἀργεῖον τὸ σόν.
- κλῃδοῦχον Ἥρας φασὶ δωμάτων ποτὲ
- Ἰὼ γενέσθαι τῇ δʼ ἐν Ἀργείᾳ χθονί;
- ἦν ὡς μάλιστα, καὶ φάτις πολλὴ κρατεῖ.