Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τήνδʼ ἐκκαθαίρει κνωδάλων βροτοφθόρων,
  2. τὰ δὴ παλαιῶν αἱμάτων μιάσμασιν
  3. χρανθεῖσʼ ἀνῆκε γαῖα μηνιταῖʼ ἄχη
  4. δρακονθόμιλον δυσμενῆ ξυνοικίαν.
  5. τούτων ἄκη τομαῖα καὶ λυτήρια
  6. πράξας ἀμέμπτως Ἆπις Ἀργείᾳ χθονὶ
  7. μνήμην ποτʼ ἀντίμισθον ηὕρετʼ ἐν λιταῖς.
  8. ἔχουσα δʼ ἤδη τἀπʼ ἐμοῦ τεκμήρια
  9. γένος τʼ ἂν ἐξεύχοιο καὶ λέγοις πρόσω.
  10. μακράν γε μὲν δὴ ῥῆσιν οὐ στέργει πόλις.
Χορός
  1. βραχὺς τορός θʼ ὁ μῦθος· Ἀργεῖαι γένος
  2. ἐξευχόμεσθα, σπέρματʼ εὐτέκνου βοός·
  3. καὶ ταῦτʼ ἀληθῆ πάντα προσφύσω λόγῳ.
Βασιλεύς
  1. ἄπιστα μυθεῖσθʼ, ὦ ξέναι, κλύειν ἐμοί,
  2. ὅπως τόδʼ ὑμῖν ἐστιν Ἀργεῖον γένος.