Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.
  2. τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος
  3. ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
  4. ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον
  5. γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.
  6. καὶ πᾶσαν αἶαν, ἧς διʼ ἁγνὸς ἔρχεται
  7. Στρυμών, τὸ πρὸς δύνοντος ἡλίου, κρατῶ.
  8. ὁρίζομαι δὲ τήν τε Περραίβων χθόνα,
  9. Πίνδου τε τἀπέκεινα, Παιόνων πέλας,
  10. ὄρη τε Δωδωναῖα. συντέμνει δʼ ὅρος
  11. ὑγρᾶς θαλάσσης· τῶνδε τἀπὶ τάδε κρατῶ.
  12. αὐτῆς δὲ χώρας Ἀπίας πέδον τόδε
  13. πάλαι κέκληται φωτὸς ἰατροῦ χάριν.
  14. Ἆπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας
  15. ἰατρόμαντις παῖς Ἀπόλλωνος χθόνα