Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον
- πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
- χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
- ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.
- ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
- ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
- ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
- κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
- κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
- μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
- καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν,
- εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
- εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
- ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
- ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν;