Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.
- εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
- συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
- τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;
- ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
- ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
- Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
- ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
- πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν
- σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων
- ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
- ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
- ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
- πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
- ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν
- φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
- κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος,
- Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
- σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
- ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.