Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,
- τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.
- φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
- τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων
- ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.
- καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ
- γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.
- μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
- θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
- πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
- φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
- κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·
- ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος·
- θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
- μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.
- ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
- κείνου θέλοντος εὖ τελευτήσει τάδε.
- ---
- καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
- καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—