Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον
  2. πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
  3. χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς
  4. ἐσθὴς γυναικῶν οὐδʼ ἀφʼ Ἑλλάδος τόπων.
  5. ὅπως δὲ χώραν οὔτε κηρύκων ὕπο,
  6. ἀπρόξενοί τε, νόσφιν ἡγητῶν, μολεῖν
  7. ἔτλητʼ ἀτρέστως, τοῦτο θαυμαστὸν πέλει.
  8. κλάδοι γε μὲν δὴ κατὰ νόμους ἀφικτόρων
  9. κεῖνται παρʼ ὑμῖν πρὸς θεοῖς ἀγωνίοις·
  10. μόνον τόδʼ Ἑλλὰς χθὼν συνοίσεται στόχῳ.
  11. καὶ τἄλλα πόλλʼ ἔτʼ εἰκάσαι δίκαιον ἦν,
  12. εἰ μὴ παρόντι φθόγγος ἦν ὁ σημανῶν.
Χορός
  1. εἴρηκας ἀμφὶ κόσμον ἀψευδῆ λόγον.
  2. ἐγὼ δὲ πρὸς σὲ πότερον ὡς ἔτην λέγω,
  3. ἢ ῥήτορʼ ἱεροράβδον, ἢ πόλεως ἀγόν;
Βασιλεύς
  1. πρὸς ταῦτʼ ἀμείβου καὶ λέγʼ εὐθαρσὴς ἐμοί.
  2. τοῦ γηγενοῦς γάρ εἰμʼ ἐγὼ Παλαίχθονος
  3. ἶνις Πελασγός, τῆσδε γῆς ἀρχηγέτης.
  4. ἐμοῦ δʼ ἄνακτος εὐλόγως ἐπώνυμον
  5. γένος Πελασγῶν τήνδε καρποῦται χθόνα.