Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- καὶ μὴ πρόλεσχος μηδʼ ἐφολκὸς ἐν λόγῳ
- γένῃ. τὸ τῇδε κάρτʼ ἐπίφθονον γένος.
- μέμνησο δʼ εἴκειν· χρεῖος εἶ ξένη φυγάς.
- θρασυστομεῖν γὰρ οὐ πρέπει τοὺς ἥσσονας.
- πάτερ, φρονούντως πρὸς φρονοῦντας ἐννέπεις.
- φυλάξομαι δὲ τάσδε μεμνῆσθαι σέθεν
- κεδνὰς ἐφετμάς. Ζεὺς δὲ γεννήτωρ ἴδοι·
- ἴδοιτο δῆτα πρευμενοῦς ἀπʼ ὄμματος·
- θέλοιμʼ ἂν ἤδη σοὶ πέλας θρόνους ἔχειν.
- μή νυν σχόλαζε, μηχανῆς δʼ ἔστω κράτος.
- ὦ Ζεῦ, κόπων οἴκτιρε μὴ ἀπολωλότας.
- κείνου θέλοντος εὖ τελευτήσει τάδε.
- ---
- καὶ Ζηνὸς ὄρνιν τόνδε νῦν κικλῄσκετε.
- καλοῦμεν αὐγὰς ἡλίου σωτηρίους,—
- ἁγνόν τʼ Ἀπόλλω, φυγάδʼ ἀπʼ οὐρανοῦ θεόν.
- εἰδὼς ἂν αἶσαν τήνδε συγγνοίη βροτοῖς.
- συγγνοῖτο δῆτα καὶ παρασταίη πρόφρων.
- τίνʼ οὖν κικλῄσκω τῶνδε δαιμόνων ἔτι;