Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὁρῶ τρίαιναν τήνδε σημεῖον θεοῦ.
Χορός
  1. ἀλλʼ εὖ τʼ ἔπεμψεν εὖ τε δεξάσθω χθονί.
Δαναός
  1. Ἑρμῆς ὅδʼ ἄλλος τοῖσιν Ἑλλήνων νόμοις.
Χορός
  1. ἐλευθέροις νυν ἐσθλὰ κηρυκευέτω.
Δαναός
  1. πάντων δʼ ἀνάκτων τῶνδε κοινοβωμίαν
  2. σέβεσθʼ· ἐν ἁγνῷ δʼ ἑσμὸς ὡς πελειάδων
  3. ἵζεσθε κίρκων τῶν ὁμοπτέρων φόβῳ,
  4. ἐχθρῶν ὁμαίμων καὶ μιαινόντων γένος.
  5. ὄρνιθος ὄρνις πῶς ἂν ἁγνεύοι φαγών;
  6. πῶς δʼ ἂν γαμῶν ἄκουσαν ἄκοντος πάρα
  7. ἁγνὸς γένοιτʼ ἄν; οὐδὲ μὴ ʼν Ἅιδου θανὼν
  8. φύγῃ ματαίων αἰτίας, πράξας τάδε.
  9. κἀκεῖ δικάζει τἀπλακήμαθʼ, ὡς λόγος,
  10. Ζεὺς ἄλλος ἐν καμοῦσιν ὑστάτας δίκας.
  11. σκοπεῖτε, κἀμείβεσθε τόνδε τὸν τρόπον,
  12. ὅπως ἂν ὑμῖν πρᾶγος εὖ νικᾷ τόδε.
Βασιλεύς
  1. ποδαπὸν ὅμιλον τόνδʼ ἀνελληνόστολον
  2. πέπλοισι βαρβάροισι καὶ πυκνώμασι
  3. χλίοντα προσφωνοῦμεν; οὐ γὰρ Ἀργολὶς