Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
  2. ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον
  3. λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·
  4. τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
  5. ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
  6. ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος
  7. ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον,
  8. ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,
  9. πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.
  10. κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
  11. ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
  12. ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,
  13. σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
  14. αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη
  15. ξένους ἀμείβεσθʼ, ὡς ἐπήλυδας πρέπει,
  16. τορῶς λέγουσαι τάσδʼ ἀναιμάκτους φυγάς.
  17. φθογγῇ δʼ ἑπέσθω πρῶτα μὲν τὸ μὴ θρασύ,
  18. τὸ μὴ μάταιον δʼ ἐκ μετωποσωφρόνων
  19. ἴτω προσώπων ὄμματος παρʼ ἡσύχου.