Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- πνεύματος εἶσι χειμών.
- παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε
- πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.
- καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
- αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας.
- ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·
- σύριγγες οὐ σιγῶσιν ἀξονήλατοι·
- ὄχλον δʼ ὑπασπιστῆρα καὶ δορυσσόον
- λεύσσω, ξὺν ἵπποις καμπύλοις τʼ ὀχήμασιν·
- τάχʼ ἂν πρὸς ἡμᾶς τῆσδε γῆς ἀρχηγέται
- ὀπτῆρες εἶεν ἀγγέλων πεπυσμένοι.
- ἀλλʼ εἴτʼ ἀπήμων εἴτε καὶ τεθηγμένος
- ὠμῇ ξὺν ὀργῇ τόνδʼ ἐπόρνυται στόλον,
- ἄμεινόν ἐστι παντὸς εἵνεκʼ, ὦ κόραι,
- πάγον προσίζειν τόνδʼ ἀγωνίων θεῶν.
- κρεῖσσον δὲ πύργου βωμός, ἄρρηκτον σάκος
- ἀλλʼ ὡς τάχιστα βᾶτε, καὶ λευκοστεφεῖς
- ἱκετηρίας, ἁγάλματʼ αἰδοίου Διός,
- σεμνῶς ἔχουσαι διὰ χερῶν εὐωνύμων,
- αἰδοῖα καὶ γοεδνὰ καὶ ζαχρεῖʼ ἔπη