Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. καὶ τότʼ οὐ δικαίοις
  2. Ζεὺς ἐνέξεται λόγοις,
  3. τὸν τᾶς βοὸς
  4. παῖδʼ ἀτιμάσας, τὸν αὐ-
  5. τός ποτʼ ἔκτισεν γόνῳ,
  6. νῦν ἔχων παλίντροπον
  7. ὄψιν ἐν λιταῖσιν;
  8. ὑψόθεν δʼ εὖ κλύοι καλούμενος.
Χορός
  1. ἆ Ζήν, Ἰοῦς ἰῶ ,
  2. μῆνις μάστειρʼ ἐκ θεῶν·
  3. κοννῶ δʼ ἄγαν
  4. γαμετᾶς οὐρανόνικον
  5. χαλεποῦ γὰρ ἐκ
  6. πνεύματος εἶσι χειμών.
Δαναός
  1. παῖδες, φρονεῖν χρή· ξὺν φρονοῦντι δʼ ἥκετε
  2. πιστῷ γέροντι τῷ δε ναυκλήρῳ πατρί.
  3. καὶ τἀπὶ χέρσου νῦν προμηθίαν λαβὼν
  4. αἰνῶ φυλάξαι τἄμʼ ἔπη δελτουμένας.
  5. ὁρῶ κόνιν, ἄναυδον ἄγγελον στρατοῦ·