Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μὴ τυχοῦσαι θεῶν Ὀλυμπίων.
Χορός
  1. ἆ Ζήν, Ἰοῦς ἰῷ
  2. μῆνις μάστειρʼ ἐκ θεῶν·
  3. κοννῶ δʼ ἄγαν
  4. γαμετᾶς οὐρανόνικον.
  5. χαλεποῦ γὰρ ἐκ
  6. πνεύματος εἶσι χειμών.
Χορός
  1. καὶ τότʼ οὐ δικαίοις
  2. Ζεὺς ἐνέξεται λόγοις,
  3. τὸν τᾶς βοὸς
  4. παῖδʼ ἀτιμάσας, τὸν αὐ-
  5. τός ποτʼ ἔκτισεν γόνῳ,
  6. νῦν ἔχων παλίντροπον
  7. ὄψιν ἐν λιταῖσιν;
  8. ὑψόθεν δʼ εὖ κλύοι καλούμενος.
Χορός
  1. ἆ Ζήν, Ἰοῦς ἰῶ ,
  2. μῆνις μάστειρʼ ἐκ θεῶν·
  3. κοννῶ δʼ ἄγαν
  4. γαμετᾶς οὐρανόνικον
  5. χαλεποῦ γὰρ ἐκ