Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. σπέρμα σεμνᾶς μέγα ματρὸς
  2. εὐνὰς ἀνδρῶν, ἒ ἔ,
  3. ἄγαμον ἀδάματον ἐκφυγεῖν.
Χορός
  1. θέλουσα δʼ αὖ θέλουσαν ἁγνά μʼ
  2. ἐπιδέτω Διὸς κόρα,
  3. ἔχουσα σέμνʼ ἐνώπιʼ ἀσφαλῶς,
  4. παντὶ δὲ σθένει
  5. διωγμοῖς ἀσχαλῶσʼ
  6. ἀδμήτας ἀδμήτα
  7. ῥύσιος γενέσθω,
Χορός
  1. σπέρμα σεμνᾶς μέγα ματρὸς
  2. εὐνὰς ἀνδρῶν, ἒ ἔ,
  3. ἄγαμον ἀδάματον ἐκφυγεῖν.
Χορός
  1. εἰ δὲ μή, μελανθὲς
  2. ἡλιόκτυπον γένος
  3. τὸν γάιον,
  4. τὸν πολυξενώτατον
  5. Ζῆνα τῶν κεκμηκότων
  6. ἱξόμεθα σὺν κλάδοις
  7. ἀρτάναις θανοῦσαι,