Supplices
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- γένος ἡμέτερον τῆς οἰστροδόνου
- βοὸς ἐξ ἐπαφῆς κἀξ ἐπιπνοίας
- Διὸς εὐχόμενον τετέλεσται.
- τίνʼ ἂν οὖν χώραν εὔφρονα μᾶλλον
- τῆσδʼ ἀφικοίμεθα
- σὺν τοῖσδʼ ἱκετῶν ἐγχειριδίοις
- ἐριοστέπτοισι κλάδοισιν;
- ὦ πόλις, ὦ γῆ, καὶ λευκὸν ὕδωρ,
- ὕπατοί τε θεοί, καὶ βαρύτιμοι
- χθόνιοι θήκας κατέχοντες,
- καὶ Ζεὺς σωτὴρ τρίτος, οἰκοφύλαξ
- ὁσίων ἀνδρῶν, δέξασθʼ ἱκέτην
- τὸν θηλυγενῆ στόλον αἰδοίῳ
- πνεύματι χώρας· ἀρσενοπληθῆ δʼ
- ἑσμὸν ὑβριστὴν Αἰγυπτογενῆ,