Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Ζεὺς μὲν ἀφίκτωρ ἐπίδοι προφρόνως
  2. στόλον ἡμέτερον νάιον ἀρθέντʼ
  3. ἀπὸ προστομίων λεπτοψαμάθων
  4. Νείλου. Δίαν δὲ λιποῦσαι
  5. χθόνα σύγχορτον Συρίᾳ φεύγομεν,
  6. οὔτινʼ ἐφʼ αἵματι δημηλασίαν
  7. ψήφῳ πόλεως γνωσθεῖσαν,
  8. ἀλλʼ αὐτογενεῖ φυξανορίᾳ
  9. γάμον Αἰγύπτου παίδων ἀσεβῆ
  10. ʼξʼονοταζόμεναι.
  11. Δαναὸς δὲ πατὴρ καὶ βούλαρχος
  12. καὶ στασίαρχος τάδε πεσσονομῶν
  13. κύδιστʼ ἀχέων ἐπέκρανε,
  14. φεύγειν ἀνέδην διὰ κῦμʼ ἅλιον,
  15. κέλσαι δʼ Ἄργους γαῖαν, ὅθεν δὴ