Supplices

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. πρὶν πόδα χέρσῳ τῆ δʼ ἐν ἀσώδει
  2. θεῖναι, ξὺν ὄχῳ ταχυήρει
  3. πέμψατε πόντονδʼ· ἔνθα δὲ λαίλαπι
  4. χειμωνοτύπῳ, βροντῇ στεροπῇ τʼ
  5. ὀμβροφόροισίν τʼ ἀνέμοις ἀγρίας
  6. ἁλὸς ἀντήσαντες, ὄλοιντο,
  7. πρίν ποτε λέκτρων, ὧν θέμις εἴργει,
  8. σφετεριξάμενοι πατραδέλφειαν
  9. τήνδʼ ἀεκόντων ἐπιβῆναι.
Χορός
  1. νῦν δʼ ἐπικεκλομένα
  2. Δῖον πόρτιν ὑπερ-
  3. πόντιον τιμάορʼ, ἶνίν τʼ
  4. ἀνθονομούσας προγόνου
  5. βοὸς ἐξ ἐπιπνοίας
  6. Ζηνὸς ἔφαψιν· ἐπωνυμίᾳ δʼ