Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡς ἐφ᾽ ἑκάστῃ διεκλήρωσεν
  2. Δαναὸς θεραποντίδα φερνήν.
Δαναος
  1. ὦ παῖδες, Ἀργείοισιν εὔχεσθαι χρεών,
  2. θύειν τε λείβειν θ᾽, ὡς θεοῖς Ὀλυμπίοις,
  3. σπονδάς, ἐπεὶ σωτῆρες οὐ διχορρόπως.
  4. καί μου τὰ μὲν πραχθέντα πρὸς τοὺς ἐγγενεῖς[*](ἐγγενεῖς Heath: ἐκτενεῖς codd.)
  5. φίλους[*](φίλους G: φίλου (ως supra ου scr.) M) πικρῶς ἤκουσαν αὐτανεψίοις:[*](αὐτανεψίοις Scaliger: αὐτανεψίους codd.)
  6. ἐμοὶ δ᾽[*](ἐμοὶ δ᾽ Stanley: ἐμοῦ δ᾽ (ex ἐμοῦς factum) M) ὀπαδοὺς τούσδε καὶ δορυσσόους
  7. ἔταξαν, ὡς ἔχοιμι τίμιον γέρας,
  8. καὶ μὴ ʼξ ἀέλπτων[*](μὴ ᾽ξ ἀέλπτων Paley: μήτ᾽ ἀέλπτως codd.) δορικανεῖ μόρῳ[*](δορικανεῖ μόρῳ Porson: δόρυκ᾽ ἀνημέρῳ M) θανὼν
  9. λάθοιμι, χώρᾳ δ᾽ ἄχθος ἀείζων πέλοι.
  10. τοιῶνδε τυγχάνοντας ἐκ πρυμνῆς[*](ἐκ πρυμνῆς scripsi: εὐπρυμνῆ codd.) φρενὸς
  11. χάριν σέβεσθαι τιμιωτέραν λέγω.[*](λέγω Schwerdt: ἐμοῦ codd.)
  12. καὶ ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε[*](ταῦθ᾽ ἅμ᾽ ἐγγράψασθε Hermann: ταῦτα μὲν γράψεσθε codd.) πρὸς γεγραμμένοις[*](πρὸς γεγραμμένοις Robortello: προσγεγραμμένους M)
  13. πολλοῖσιν ἄλλοις σωφρονίσμασιν πατρός,
  14. ἀγνῶθ᾽ ὅμιλον ἐξελέγχεσθαι[*](ἐξελέγχεσθαι Heimsoeth: ὡς ἐλέγχεσθαι codd.) χρόνῳ.
  15. πᾶς δ᾽ ἐν μετοίκῳ γλῶσσαν εὔτυκον[*](εὔτυκον Spanheim: εὔτυχον codd.) φέρει
  16. κακήν, τό τ᾽ εἰπεῖν εὐπετὲς μύσαγμά πως.
  17. ὑμᾶς δ᾽ ἐπαινῶ μὴ καταισχύνειν ἐμέ,
  18. ὥραν ἐχούσας τήνδ᾽ ἐπίστρεπτον βροτοῖς.