Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.
- ἔνθ᾽ ὑμίν[*](ἔνθ᾽ ὑμίν Kirchhoff: εὐθυμεῖν codd.) ἐστιν εὐτύκους[*](εὐτύκους Porson: ἐντυχούση codd.) ναίειν δόμους[*](δόμοις codd.)
- πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις,
- πάρεστιν οἰκεῖν καὶ μονορρύθμους[*](μονορύθμους M) δόμους.
- τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
- πάρεστι, λωτίσασθε.[*](λωτίσασθε Canter: λωτίσασθαι codd.) προστάτης δ᾽ ἐγὼ
- ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
- ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
- ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι[*](ἀγαθοῖσι Porson: ἀγαθοῖς codd.) βρύοις,
- δῖε Πελασγῶν.
- πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον
- πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον
- καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
- μῆτις, ὅπου χρὴ δώματα ναίειν
- καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
- ψόγον ἀλλοθρόοις
- εὔτυκος:[*](εὔτυκος Spanheim: εὔτυκτος (in M ex εὖ τύκτος factum) codd.) εἴη δὲ τὰ λῷστα.
- ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ
- βάξει λαῶν ἐν χώρῳ[*](τῶν ἐγχώρων Hermann, ἐγχώρων Tucker)
- τάσσεσθε, φίλαι δμωίδες, οὕτως