Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τέρειν᾽ ὀπώρα δ᾽ εὐφύλακτος οὐδαμῶς:
- θῆρες δὲ κηραίνουσι καὶ βροτοί, τί μήν;[*](τί μήν;] τὶ μήν E G: τιμὴν M)
- καὶ κνώδαλα πτεροῦντα καὶ πεδοστιβῆ.[*](πεδοστιβῆ Robortello: παιδοστιβῆ M)
- †καρπώματα στάζοντα κηρύσσει Κύπρις
- καλωρα κωλύουσαν θωσμένειν ἐρῶ,†[*](locus difficillimus: fortasse καρπῷ δὲ τἀκμάζοντα κηρ. Κύπ. | ἕλωρα καλλύνουσα προσμένειν ἔρῳ (ubi ἀκμάζοντα dederat Auratus, ἕλωρα Oberdick, προσμένειν Paley))
- καὶ παρθένων χλιδαῖσιν εὐμόρφοις ἔπι
- πᾶς τις παρελθὼν ὄμματος θελκτήριον
- τόξευμ᾽ ἔπεμψεν, ἱμέρου νικώμενος.
- πρὸς ταῦτα μὴ πάθωμεν ὧν πολὺς πόνος
- πολὺς δὲ πόντος οὕνεκ᾽ ἠρόθη[*](οὕνεκ᾽ ἠρόθη Heath: οὒν ἐκληρώθη M: οὖν ἐκλ. cett. codd.) δορί,
- μηδ᾽ αἶσχος ἡμῖν, ἡδονὴν δ᾽ ἐχθροῖς ἐμοῖς
- πράξωμεν. οἴκησις[*](οἴκησις Robortello: οἰκήσεις M G) δὲ καὶ διπλῆ πάρα:
- τὴν μὲν Πελασγός, τὴν δὲ καὶ πόλις διδοῖ,
- οἰκεῖν λάτρων[*](λάτρων (ex Hesych. λάτρον: μίσθιον) Hermann: λατρῶν codd.) ἄτερθεν: εὐπετῆ τάδε.
- μόνον φύλαξαι[*](φυλάξαι M) τάσδ᾽ ἐπιστολὰς πατρός,
- τὸ σωφρονεῖν τιμῶσα τοῦ βίου πλέον.
- τἄλλ᾽ εὐτυχοῖμεν πρὸς θεῶν Ὀλυμπίων:
- ἐμῆς δ᾽ ὀπώρας οὕνεκ᾽ εὖ θάρσει, πάτερ.
- εἰ γάρ τι μὴ θεοῖς[*](θεοῖς γὰρ εἴ τι μὴ Weil) βεβούλευται νέον,
- ἴχνος τὸ πρόσθεν οὐ διαστρέψω φρενός.