Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν
  2. εἴσι σύ τ᾽ αὐτὸς χοἰ[*](εἴσει σύ τ᾽ αὐτὸς χοἰ Bothe: εἰσθιγαυτος χοιϊ M, ἴσως γ᾽ αὐτὸς χ᾽ οἱ m) ξυνέμποροι σέθεν.
  3. ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν
  4. ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.[*](λόγος Turnebus: λόγοις M G)
  5. τοιάδε δημόπρακτος ἐκ πόλεως μία
  6. ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ
  7. στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς[*](τῶνδ᾽ ἐφήλωται τορῶς Turnebus: τῶνδε φιλωταὶ τορῶ codd.)
  8. γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
  9. ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
  10. οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
  11. σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
  12. γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
<Κηρυξ>
  1. ἔοιγμεν[*](ἔοιγμεν Cobet: ἴσθιμεν τάδ᾽ codd.) ἤδη πόλεμον ἀρεῖσθαι[*](ἀρεῖσθαι Cobet: ἐρεισθε codd. (fuerat ἐρισθε) M) νέον.
  2. εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.
<Βασιλευσ>
  1. ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
  2. εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
  3. ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις[*](φίλαις Schütz: φίλοις codd.) ὀπάοσι
  4. θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
  5. πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.[*](κεκλῃμένην] κεκλημένην (ι supra scr.) M)
  6. καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,