Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
- οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
- σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
- γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.
- ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
- εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
- ὑμεῖς δὲ πᾶσαι ξὺν φίλαις[*](φίλαις Schütz: φίλοις codd.) ὀπάοσι
- θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
- πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.[*](κεκλῃμένην] κεκλημένην (ι supra scr.) M)
- καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
- δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.
- ἔνθ᾽ ὑμίν[*](ἔνθ᾽ ὑμίν Kirchhoff: εὐθυμεῖν codd.) ἐστιν εὐτύκους[*](εὐτύκους Porson: ἐντυχούση codd.) ναίειν δόμους[*](δόμοις codd.)
- πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις,
- πάρεστιν οἰκεῖν καὶ μονορρύθμους[*](μονορύθμους M) δόμους.