Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
  2. καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς
  3. ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
  4. ἥκειν[*](ἥκειν m: ἥκοιν M) γυναικῶν αὐτανέψιον στόλον;
  5. οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
  6. Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
  7. ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος
  8. πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.[*](βίου] βίων bis per errorem citat Plutarchus, Mor. 517 F, 937 F)
<Βασιλευσ>
  1. τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν
  2. εἴσι σύ τ᾽ αὐτὸς χοἰ[*](εἴσει σύ τ᾽ αὐτὸς χοἰ Bothe: εἰσθιγαυτος χοιϊ M, ἴσως γ᾽ αὐτὸς χ᾽ οἱ m) ξυνέμποροι σέθεν.
  3. ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν
  4. ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.[*](λόγος Turnebus: λόγοις M G)
  5. τοιάδε δημόπρακτος ἐκ πόλεως μία
  6. ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ
  7. στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς[*](τῶνδ᾽ ἐφήλωται τορῶς Turnebus: τῶνδε φιλωταὶ τορῶ codd.)
  8. γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.