Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
  2. πάρεστι, λωτίσασθε.[*](λωτίσασθε Canter: λωτίσασθαι codd.) προστάτης δ᾽ ἐγὼ
  3. ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
  4. ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;
Χορος
  1. ἀλλ᾽ ἀντ᾽ ἀγαθῶν ἀγαθοῖσι[*](ἀγαθοῖσι Porson: ἀγαθοῖς codd.) βρύοις,
  2. δῖε Πελασγῶν.
  3. πέμψον δὲ πρόφρων δεῦρ᾽ ἡμέτερον
  4. πατέρ᾽ εὐθαρσῆ Δαναόν, πρόνοον
  5. καὶ βούλαρχον. τοῦ γὰρ προτέρα
  6. μῆτις, ὅπου χρὴ δώματα ναίειν
  7. καὶ τόπος εὔφρων. πᾶς τις ἐπειπεῖν
  8. ψόγον ἀλλοθρόοις
  9. εὔτυκος:[*](εὔτυκος Spanheim: εὔτυκτος (in M ex εὖ τύκτος factum) codd.) εἴη δὲ τὰ λῷστα.
  10. ξύν τ᾽ εὐκλείᾳ καὶ ἀμηνίτῳ
  11. βάξει λαῶν ἐν χώρῳ[*](τῶν ἐγχώρων Hermann, ἐγχώρων Tucker)
  12. τάσσεσθε, φίλαι δμωίδες, οὕτως