Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πῶς δ᾽ οὐχί; τἄμ᾽ ὀλωλόθ᾽ εὑρίσκων ἄγω.[*](τἄμ᾽ ὀλωλόθ᾽ ... ἄγω Porson: τἀπολωλόθ᾽ ... ἐγώ codd.)
- ποίοισιν εἰπὼν προξένοις[*](προξένοις Victorius: προσξένοις M) ἐγχωρίοις;
- Ἑρμῇ μεγίστῳ προξένῳ μαστηρίῳ.
- θεοῖσιν εἰπὼν τοὺς θεοὺς οὐδὲν σέβει.
- τοὺς ἀμφὶ Νεῖλον δαίμονας σεβίζομαι.
- οἱ δ᾽ ἐνθάδ᾽ οὐδέν, ὡς ἐγὼ σέθεν κλύω.[*](κλύω Robortello: κάτω M G)
- ἄγοιμ᾽ ἄν, εἴ τις τάσδε μὴ ʼξαιρήσεται.
- ἤκουσα τοὔπος οὐδαμῶς φιλόξενον.
- οὐ γὰρ ξενοῦμαι τοὺς θεῶν συλήτορας.
- λέγοιμ᾽[*](λέγοιμ᾽ Heath: λέγοις codd.) ἂν ἐλθὼν παισὶν Αἰγύπτου τάδε.
- ἀβουκόλητον τοῦτ᾽ ἐμῷ φρονήματι.
- ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
- καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς
- ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
- ἥκειν[*](ἥκειν m: ἥκοιν M) γυναικῶν αὐτανέψιον στόλον;
- οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
- Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
- ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος
- πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.[*](βίου] βίων bis per errorem citat Plutarchus, Mor. 517 F, 937 F)