Supplices
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἄλλως τε[*](ἄλλως τε Victorius: ἀλλ᾽ ὥστε M G) καὶ μολόντες ἀλίμενον χθόνα
- ἐς νύκτ᾽ ἀποστείχοντος ἡλίου. φιλεῖ[*](φιλεῖ δ᾽ Hermann)
- ὠδῖνα τίκτειν[*](τίκτειν Turnebus: τίκτει codd.) νὺξ κυβερνήτῃ σοφῷ.
- οὕτω γένοιτ᾽ ἂν οὐδ᾽ ἂν ἔκβασις στρατοῦ
- καλή, πρὶν ὅρμῳ ναῦν θρασυνθῆναι. σὺ δὲ
- φρόνει[*](φρόνει Robortello φρονεῖ M) μὲν ὡς ταρβοῦσα μἀμελεῖν[*](μὴ ἀμελεῖν codd.) θεῶν:
- πράξω δ᾽[*](πράξω δ᾽ H. Voss: πράξας M G) ἀρωγήν: ἄγγελον δ᾽ οὐ μέμψεται[*](lacunam ante 774 suspicatur Hartung, servata codicum lectione)
- πόλις γέρονθ᾽, ἡβῶντα δ᾽ εὐγλώσσῳ[*](εὐγλώσσῳ Robortello: εὐγλωσσως (sed signo omissionis supra ultimum ς scr.) M) φρενί.
- ἰὼ γᾶ βοῦνι, πάνδικον[*](βοῦνι Dindorf, πάνδικον Paley: βουνῖτι ἔνδικον codd.) σέβας,
- τί πεισόμεσθα; ποῖ φύγωμεν Ἀπίας
- χθονός, κελαινὸν εἴ τι κεῦθός ἐστί που;
- μέλας γενοίμαν καπνὸς
- νέφεσσι[*](νέφεσσι Arnaldus: νέφεσι codd.) γειτονῶν Διός:
- τὸ πᾶν δ᾽ ἄφαντος
- ἀμπετὴς[*](ἀμπετὴς Enger, ἄιστος ὡς C. G. Haupt: ἀμπετήσαις δόσως M) ἄιστος ὡς
- κόνις ἄτερθε πτερύγων ὀλοίμαν.