Supplices

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μῶν ἀλέγοντες οὐδέν.
  2. Δαναος
    1. καλῶς ἂν ἡμῖν ξυμφέροι ταῦτ᾽, ὦ τέκνα,
    2. εἰ σοί τε καὶ θεοῖσιν ἐχθαιροίατο.
    <Χοροσ>
    1. οὐ μὴ τριαίνας τάσδε καὶ θεῶν σέβη[*](σέβη suspectum, fortasse iniuria: στέφη A. Nauck: βέλη Tucker)
    2. δείσαντες ἡμῶν χεῖρ᾽ ἀπόσχωνται, πάτερ.
  1. περίφρονες δ᾽ ἄγαν ἀνιέρῳ μένει
  2. μεμαργωμένοι κυνοθρασεῖς, θεῶν
  3. οὐδὲν ἐπαΐοντες.
Δαναος
  1. ἀλλ᾽ ἔστι φήμη κρείσσονας λύκους[*](κρείσσονας λύκους Hermann: τοὺς λύκους κρείσσων (ους supra ων scr.) M: τοὺς λύκους κρείσσονας G) κυνῶν
  2. εἶναι: βύβλου δὲ καρπὸς οὐ κρατεῖ στάχυν.
<Χοροσ>
  1. ὡς καὶ ματαίων ἀνοσίων τε κνωδάλων[*](personarum notae in M confusius scriptae)
  2. ἔχοντας[*](ἔχοντας Turnebus: ἔχοντες codd.) ὀργάς, χρὴ φυλάσσεσθαι κράτος.[*](κράτος] fortasse τάχος Tucker)
Δαναος
  1. οὔτοι ταχεῖα[*](ταχεῖα G: ταχεῖαι M) ναυτικοῦ στρατοῦ στολή,[*](στολή Turnebus: στολῇ M G)
  2. οὐδ᾽ ὅρμος, οὐδὲ πεισμάτων[*](πεισμάτων Victorius: πισμάτων codd.) σωτηρίαν[*](σωτηρίαν (postea mutatum) G: σωτηρίους M G E)
  3. ἐς γῆν ἐνεγκεῖν, οὐδ᾽ ἐν[*](οὐδ᾽ ἐν Robortello: οὐδὲν M G) ἀγκυρουχίαις
  4. θαρσοῦσι ναῶν ποιμένες παραυτίκα,